Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.111 Joseph. AJ 1.116 (English) >>Joseph. AJ 1.121

1.114καὶ περιίστα δὲ κατʼ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα μόνως οὕτως νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ παρὰ τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτοῦ δυνάμει διατελοῖεν, ἀμυνεῖσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα· πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον τὸ ὕδωρ ἀναβῆναι δυνηθείη, μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας. 1.115

Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Ναβρώδου ἕπεσθαι δόγμασι δουλείαν ἡγούμενοι τὸ εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν οὐδὲν ἀπολείποντες σπουδῆς οὐδὲ πρὸς τὸ ἔργον ὀκνηρῶς ἔχοντες· ἐλάμβανε δὲ θᾶττον ὕψος προσεδόκησεν ἄν τις ὑπὸ πολυχειρίας. 1.116τὸ μέντοι πάχος ἦν ἰσχυρὸν τοσοῦτον, ὥσθʼ ὑπʼ αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος. ᾠκοδομεῖτο δὲ ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας αὐτοὺς ὁρῶν θεὸς ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδʼ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν, 1.117εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πολυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. δὲ τόπος ἐν τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι. 1.118περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα λέγουσα οὕτως· “πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι διʼ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.111 Joseph. AJ 1.116 (English) >>Joseph. AJ 1.121

Powered by PhiloLogic